Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.356 Joseph. AJ 19.362 (English) >>Joseph. AJ 19.366

19.359ἀμνήμονες δʼ ἦσαν οὐκ Ἀγρίππα μόνον χρησαμένου πολλαῖς εἰς αὐτοὺς φιλοτιμίαις, καὶ τοῦ πάππου δὲ Ἡρώδου· τὰς πόλεις ἐκεῖνος αὐτοῖς ἔκτισεν λιμένας τε καὶ ναοὺς κατεσκεύασεν λαμπροῖς δαπανήμασιν. 19.360

δὲ τοῦ τεθνεῶτος υἱὸς Ἀγρίππας ἐπὶ Ῥώμης ἦν ἐν τῷ χρόνῳ τούτῳ τρεφόμενος παρὰ Κλαυδίῳ Καίσαρι. 19.361πυθόμενός γε μὴν Καῖσαρ, ὅτι τέθνηκεν Ἀγρίππας, Σεβαστηνοὶ δὲ καὶ Καισαρεῖς ὑβρίκασιν εἰς αὐτόν, ἐπʼ ἐκείνῳ μὲν ἤλγησεν, ἐπὶ δὲ τοὺς ἀχαριστήσαντας ὠργίσθη. 19.362πέμπειν οὖν εὐθέως ὥρμητο τὸν νεώτερον Ἀγρίππαν τὴν βασιλείαν διαδεξόμενον ἅμα βουλόμενος ἐμπεδοῦν τοὺς ὀμωμοσμένους ὅρκους, ἀλλὰ τῶν ἐξελευθέρων καὶ φίλων οἱ πολὺ παρʼ αὐτῷ δυνάμενοι ἀπέτρεψαν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ μηδὲ τοὺς παιδὸς ἐκβεβηκότι χρόνους ἐπιτρέπειν βασιλείας τηλικοῦτον μέγεθος, μὴ δυνατὸν τὰς τῆς διοικήσεως φροντίδας ἐνεγκεῖν, καὶ τελείῳ δʼ οὖν εἶναι βαρὺ βάσταγμα βασιλείαν. 19.363ἔδοξεν οὖν αὐτοὺς εἰκότα λέγειν Καῖσαρ. ἔπαρχον οὖν τῆς Ἰουδαίας καὶ τῆς ἁπάσης βασιλείας ἀπέστειλεν Κούσπιον Φᾶδον τῷ κατοιχομένῳ διδοὺς τιμὴν τὸ μὴ Μάρσον ἐπαγαγεῖν εἰς βασιλείαν αὐτῷ διάφορον. 19.364ἐγνώκει δὲ πρὸ πάντων ἐπιστεῖλαι τῷ Φάδῳ Καισαρεῦσιν καὶ Σεβαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως καὶ παροινίας εἰς τὰς ἔτι ζώσας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.356 Joseph. AJ 19.362 (English) >>Joseph. AJ 19.366

Powered by PhiloLogic